Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 3.14 Joseph. AJ 3.18 (English) >>Joseph. AJ 3.22

3.16ἐλέγχεσθαι δὲ αὐτοὺς οὐκ ἀγαθοὺς οὔτε περὶ τὴν ὑπομονὴν οὔτε περὶ τὴν μνήμην τῶν εὖ γεγονότων, οὕτως μὲν τοῦ θεοῦ καὶ τῆς ἐκείνου γνώμης, καθʼ ἣν ἐκλελοίπασι τὴν Αἴγυπτον, καταφρονοῦντας, οὕτως δὲ πρὸς αὐτὸν τὸν ὑπηρέτην αὐτοῦ διατεθέντας καὶ ταῦτα μηδὲν αὐτοὺς διαψευσάμενον περὶ ὧν εἴποι τε καὶ πράττειν κατʼ ἐντολὴν τοῦ θεοῦ κελεύσειε. 3.17κατηρίθμει τε πάντα, πῶς τε φθαρεῖεν Αἰγύπτιοι κατέχειν αὐτοὺς παρὰ τὴν τοῦ θεοῦ γνώμην βιαζόμενοι, καὶ τίνα τρόπον αὐτὸς ποταμὸς ἐκείνοις μὲν αἷμα ἦν καὶ ἄποτος αὐτοῖς δὲ πότιμος καὶ γλυκύς, 3.18πῶς τε διὰ τῆς θαλάσσης ἀναφυγούσης αὐτοῖς πορρωτάτω καινὴν ὁδὸν ἀπελθόντες αὐτῇ ταύτῃ σωθείησαν μὲν αὐτοί, τοὺς δὲ ἐχθροὺς ἐπίδοιεν ἀπολωλότας, ὅτι τε σπανίζοντας ὅπλων εἰς εὐπορίαν θεὸς καὶ τούτων καταστήσειε, τά τε ἄλλα ὅσα πρὸς αὐτῷ τῷ διαφθαρήσεσθαι δόξαντας γεγονέναι καὶ σώσειεν θεὸς ἐκ παραλόγου καὶ ὡς δύναμις αὐτῷ· 3.19μὴ ἀπογινώσκειν δὲ μηδὲ νῦν αὐτοῦ τὴν πρόνοιαν, ἀλλʼ ἀοργήτως περιμένειν, λογιζομένους μὲν τὴν ἐπικουρίαν μηδὲ βραδεῖαν γίνεσθαι, εἰ μὴ παραυτίκα καὶ εἰ μὴ πρίν τινος πειραθῆναι δυσκόλου πάρεστιν, ἡγουμένους δὲ οὐ κατὰ ὀλιγωρίαν μέλλειν τὸν θεόν, ἀλλʼ ἐπὶ πείρᾳ τῆς ἀνδρείας αὐτῶν καὶ τῆς περὶ τὴν ἐλευθερίαν ἡδονῆς,


Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 3.14 Joseph. AJ 3.18 (English) >>Joseph. AJ 3.22

Powered by PhiloLogic